Add parallel Print Page Options

ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη— [a]τοῖς ἔθνεσιν εὐαγγελίσασθαι [b]τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ, καὶ φωτίσαι [c]πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα [d]κτίσαντι, 10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, 11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν [e]τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, 12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν [f]καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13 διὸ αἰτοῦμαι μὴ [g]ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.

14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν [h]πατέρα, 15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16 ἵνα [i]δῷ ὑμῖν κατὰ [j]τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, 17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ· ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, 18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ [k]ὕψος καὶ βάθος, 19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:8 τοῖς WH Treg NIV] ἐν τοῖς RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:8 τὸ ἀνεξιχνίαστον πλοῦτος WH Treg NIV ] τὸν ἀνεξιχνίαστον πλοῦτον RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:9 πάντας Treg NIV RP ] – WH
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:9 κτίσαντι WH Treg NIV ] + διὰ Ἰησοῦ Χριστοῦ RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:11 τῷ WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:12 καὶ WH Treg NIV ] + τὴν RP
  7. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:13 ἐγκακεῖν WH Treg NIV ] ἐκκακεῖν RP
  8. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:14 πατέρα WH Treg NIV ] + τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ RP
  9. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:16 δῷ WH Treg NIV ] δῴη RP
  10. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:16 τὸ πλοῦτος WH Treg NIV ] τὸν πλοῦτον RP
  11. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:18 ὕψος καὶ βάθος WH Treg NIV ] βάθος καὶ ὕψος RP